Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.30 Dem. 24.33 (English) >>Dem. 24.36

24.32ὅτι μὲν τοίνυν οὐδὲν ὧν προσῆκέν τε καὶ κελεύουσιν οἱ νόμοι πεποίηκεν, εἰς τὰ προειρημένα τις σκοπῶν ἂν γνοίη. ὅτι δʼ οὐ μόνον κατὰ τοῦτʼ ἀδικεῖ, εἰ παραβὰς τὸν χρόνον τὸν ἐκ τῶν νόμων καὶ τὸ βουλεύσασθαι καὶ σκέψασθαι περὶ τούτων ὑμᾶς παντελῶς ἀνελὼν οὔσης ἱερομηνίας ἐνομοθέτει, ἀλλὰ καὶ κατʼ ἐκεῖνο, ὅτι πᾶσιν ἐναντίον εἰσενήνοχεν τοῖς οὖσι νόμοις, αὐτίκα δὴ μάλʼ ἀκριβῶς μαθήσεσθε. ἀνάγνωθι δέ μοι λαβὼν τουτονὶ πρῶτον τὸν νόμον, ὃς διαρρήδην οὐκ ἐᾷ νόμον οὐδένʼ ἐναντίον εἰσφέρειν, ἐὰν δέ τις εἰσφέρῃ, γράφεσθαι κελεύει. ἀναγίγνωσκε. 24.33Νόμος

τῶν δὲ νόμων τῶν κειμένων μὴ ἐξεῖναι λῦσαι μηδένα, ἐὰν μὴ ἐν νομοθέταις. τότε δʼ ἐξεῖναι τῷ βουλομένῳ Ἀθηναίων λύειν, ἕτερον τιθέντι ἀνθʼ ὅτου ἂν λύῃ. διαχειροτονίαν δὲ ποιεῖν τοὺς προέδρους περὶ τούτων τῶν νόμων, πρῶτον μὲν περὶ τοῦ κειμένου, εἰ δοκεῖ ἐπιτήδειος εἶναι τῷ δήμῳ τῷ Ἀθηναίων οὔ, ἔπειτα περὶ τοῦ τιθεμένου. ὁπότερον δʼ ἂν χειροτονήσωσιν οἱ νομοθέται, τοῦτον κύριον εἶναι. ἐναντίον δὲ νόμον μὴ ἐξεῖναι τιθέναι τῶν νόμων τῶν κειμένων μηδενί. ἐὰν δέ τις λύσας τινὰ τῶν νόμων τῶν κειμένων ἕτερον ἀντιθῇ μὴ ἐπιτήδειον τῷ δήμῳ τῷ Ἀθηναίων ἐναντίον τῶν κειμένων τῳ, τὰς γραφὰς εἶναι κατʼ αὐτοῦ κατὰ τὸν νόμον ὃς κεῖται ἐάν τις μὴ ἐπιτήδειον θῇ νόμον.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.30 Dem. 24.33 (English) >>Dem. 24.36

Powered by PhiloLogic